Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.189 | Dem. 21.191 (English) | >>Dem. 21.195 |
21.190ἔτι τοίνυν οὐδὲ εἷς ἐστιν ὅστις ἐμοὶ τῶν λεγόντων συναγωνίζεται . καὶ οὐδενὶ μέμφομαι · οὐδὲ γὰρ αὐτὸς οὐδενὸς εἵνεκα τούτων οὐδὲν ἐν ὑμῖν πώποτʼ εἶπον , ἀλλʼ ἁπλῶς κατʼ ἐμαυτὸν ἔγνων καὶ λέγειν καὶ πράττειν ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῶμαι . ἀλλὰ τούτῳ πάντας αὐτίκα δὴ μάλα συνεξεταζομένους τοὺς ῥήτορας ὄψεσθʼ ἐφεξῆς . καίτοι πῶς ἐστι δίκαιον , τοὔνομα μὲν τοῦθʼ ὡς ὄνειδος προφέρειν ἐμοί , διὰ τούτων δʼ αὐτὸν τῶν ἀνδρῶν ἀξιοῦν σωθῆναι ;
τάχα τοίνυν ἴσως καὶ τὰ τοιαῦτʼ ἐρεῖ , ὡς ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν . ἐγὼ δʼ ἐσκέφθαι μέν , ὦ ἄνδρες Ἀθηναῖοι , φημὶ καὶ οὐκ ἂν ἀρνηθείην , καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί · καὶ γὰρ ἂν ἄθλιος ἦν , εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς ·
21.192γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν · ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς περὶ ὧν εἰσιν οἱ λόγοι δικαιότατʼ ἂν ταύτην ἔχοι τὴν αἰτίαν , οὐχ ὁ ἐσκεμμένος οὐδʼ ὁ μεριμνήσας τὰ δίκαια λέγειν νῦν . ἐγὼ μὲν οὖν τοῦτο ποιῶν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ αὐτὸς ὁμολογῶ · Μειδίαν μέντοι μηδὲν ἐσκέφθαι πώποτʼ ἐν παντὶ τῷ βίῳ δίκαιον εἰκός ἐστιν · εἰ γὰρ καὶ κατὰ μικρὸν ἐπῄει τὰ τοιαῦτʼ αὐτῷ σκοπεῖν , οὐκ ἂν τοσοῦτον διημάρτανε τοῦ πράγματος .
21.191
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.189 | Dem. 21.191 (English) | >>Dem. 21.195 |